Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.284 Joseph. AJ 16.289 (English) >>Joseph. AJ 16.293

16.287 δὲ ἤδη μὲν ἐπεπραγμάτευτο γνώριμος εἶναι Καίσαρι, τότε δὲ περὶ τὴν αὐλὴν ἀναστρεφόμενος ὡς ἤκουσεν εὐθὺς μεταμφιέννυται μέλαιναν ἐσθῆτα καὶ παρελθὼν ἔλεγεν ὡς αὐτόν, ὅτι πολέμῳ τὰ περὶ τὴν Ἀραβίαν εἴη κεκακωμένα καὶ πᾶσα ἀνάστατος βασιλεία στρατιᾷ πορθήσαντος αὐτὴν Ἡρώδου. 16.288δακρύων δὲ πεντακοσίους μὲν ἐπὶ δισχιλίοις Ἀράβων ἀπολωλέναι τοὺς πρώτους ἔλεγεν, ἀνῃρῆσθαι δὲ καὶ τὸν στρατηγὸν αὐτῶν Νάκεβον οἰκεῖον αὐτῷ καὶ συγγενῆ, πλοῦτον δὲ διηρπάσθαι τὸν ἐν Ῥαέπτοις, καταπεφρονῆσθαι δὲ τὸν Ὀβόδαν ὑπὸ ἀσθενείας οὐκ ἀρκέσαντα τῷ πολέμῳ διὰ τὸ μήτʼ αὐτὸν μήτε τὴν Ἀραβικὴν δύναμιν παρεῖναι. 16.289τοιαῦτα τοῦ Συλλαίου λέγοντος καὶ προστιθέντος ἐπιφθόνως, ὡς οὐδʼ ἂν αὐτὸς ἀπέλθοι τῆς χώρας μὴ πεπιστευκὼς ὅτι Καίσαρι μέλοι τὴν εἰρήνην ἅπασιν εἶναι πρὸς ἀλλήλους, μηδʼ εἰ παρὼν ἐτύγχανεν ἐκεῖ λυσιτελῆ ποιῆσαι τὸν πόλεμον Ἡρώδῃ, παροξυνθεὶς ἐπὶ τοῖς λεγομένοις Καῖσαρ ἀνέκρινε τῶν Ἡρώδου τοὺς παρόντας καὶ τῶν ἰδίων τοὺς ἀπὸ Συρίας ἥκοντας αὐτὸ μόνον, εἰ τὴν στρατιὰν Ἡρώδης ἐξαγάγοι. 16.290τῶν δὲ τοῦτο μὲν αὐτὸ λέγειν ἀνάγκην ἐχόντων, τὸ δὲ ἐφʼ ὅτῳ καὶ πῶς οὐκ ἀκούοντος, ὀργή τε μείζων ἐγίνετο τῷ Καίσαρι καὶ γράφει πρὸς τὸν Ἡρώδην τά τε ἄλλα χαλεπῶς καὶ τοῦτο τῆς ἐπιστολῆς τὸ κεφάλαιον, ὅτι πάλαι χρώμενος αὐτῷ φίλῳ νῦν ὑπηκόῳ χρήσεται.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.284 Joseph. AJ 16.289 (English) >>Joseph. AJ 16.293

Powered by PhiloLogic